Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.45 Dem. 23.47 (English) >>Dem. 23.50

23.46περὶ μὲν δὴ τῶν ἀκουσίων ἂν λέγοι. λέγει δὲ τί; “ἐὰν πέρα ὅρουφησὶνἐλαύνῃ φέρῃ ἄγῃ.” τοῦτο δʼ ἐστὶν τί, τὸπέρα ὅρου;” ἔστι πᾶσιν ὅρος τοῖς ἀνδροφόνοις τῆς τοῦ παθόντος εἴργεσθαι πατρίδος. ἐκ μὲν δὴ ταύτης δίδωσιν ἐλαύνειν καὶ ἄγειν, πέρα δʼ οὐκ ἐᾷ τούτων οὐδέτερον ποιεῖν. ἐὰν δέ τις παρὰ ταῦτα ποιῇ, τὴν αὐτὴν ἔδωκεν ὑπὲρ αὐτοῦ δίκην ἥνπερ ἂν εἰ μένοντʼ ἠδίκει οἴκοι, γράψας ταὔτʼ ὀφείλειν ἅπερ ἂν οἴκοι δράσῃ. 23.47εἰ δή τις ἔροιτʼ Ἀριστοκράτην τουτονί (καὶ μὴ νομίσητʼ εὔηθες τὸ ἐρώτημα) πρῶτον μὲν εἰ οἶδεν εἴ τις ἀποκτενεῖ Χαρίδημον, καὶ ἄλλως πως τελευτήσει, οὐκ ἄν, οἶμαι, φαίη. θήσομεν τοίνυν ἀποκτενεῖν. πάλιν οἶσθα, ἑκὼν ἄκων, καὶ ξένος πολίτης τοῦτο ποιήσων ἔσται; 23.48οὐκ ἔνεστʼ εἰπεῖν ὡς οἶσθα. οὐκοῦν ταῦτά γε δήπου προσῆκε γράψαιἐάν τις ἀποκτείνῃγράφοντα, ἄκων ἑκών, ἀδίκως δικαίως, ξένος πολίτης, ἵνʼ ὅτῳ ποτὲ τοὔργον ἐπράχθη, τούτῳ τὰ ἐκ τῶν νόμων ὑπῆρχε δίκαια, μὴ μὰ Δίʼ αὐτὸ τὸ τῆς αἰτίας ὄνομʼ εἰπόνταἀγώγιμος ἔστωπροσγράψαι. τίνα γὰρ σὺ λέλοιπας ὅρον τῷ γράμματι τούτῳ, τοῦ νόμου σαφῶς οὑτωσὶ λέγοντος μὴ πέρα ὅρων ἐλαύνειν, ὃς πανταχόθεν δίδως ἄγειν;


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.45 Dem. 23.47 (English) >>Dem. 23.50

Powered by PhiloLogic